Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 272-2

ἢ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν; Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν, Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν [272c] ἡγουμένων, οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.