[271d] “διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες;”
πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον;
ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν;
ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.