Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 27

[27] “διὰ τί πᾶν τεῖχος ἀβέβηλον καὶ ἱερὸν [271a] νομίζουσι, τὰς δὲ πύλας οὐ νομίζουσιν;”

ἦ καθάπερ ἔγραψε Βάρρων τὸ μὲν τεῖχος ἱερὸν δεῖ νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μάχωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι τὸν ἀδελφὸν ὡς ἄβατον καὶ ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν καὶ βέβηλον.