[269e] “διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νώνας [50] καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται;”
πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος ἱστορεῖ, ὅτι [51] μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες [52] οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλίαν [53] ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν; νομισθείσης δὲ τῆς [54] μετὰ τὰς εἰδοὺς ἀποφράδος προήγαγεν [55] ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νώνας καὶ τὴν μετὰ καλάνδας;
[269f] ἤ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας [56]; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλιάδα [57] διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε, τὸ τε ταῖς μετὰ νώνας καὶ καλάνδας ἁπλῶς ἁπάσαις [58] προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτατον.