[269c] πότερον, ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν, ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νώνας, [42] εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον;
ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἥλιον, δευτέρᾳ [43] δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς πανσελήνου [269d] γενομένης [44]; ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν “καλάνδας,” ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα “κλάμ” καὶ “κηλάρι [45] ” τὸ λανθάνειν· τὴν δὲ πρώτην φάσιν [46] “νώνας [47] ” τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δʼ “εἰδοὺς ἢ” διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. [48] οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τὸ [49] παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμπειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγουσα τὸν λόγον.