Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 268-2

πότερον, ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι, Φαύνου [35] μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη [268e] κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης, ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι;

ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης [36] ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.