Pular para o conteúdo

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Plutarch · Parte 6

[6] καὶ ὁ Σαραπίων “νοσοῦμεν γάρ” εἶπεν ὦ[51] Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν [397a] καὶ ἀποφαίνεσθαι. τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη[52] μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη[53] κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ[54] ἐπιθυμιᾷ κασίαν[55] ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον. οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; “Σίβυλλα δὲ μαινομένῳ στόματι” καθʼ Ηράκλειτον[56] “ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται[57] τῇ φωνῇ διὰ τὸν θεόν.” ὁ δὲ Πίνδαρος[58] “ἀκοῦσαι”[59] φησὶ “τοῦ θεοῦ [397b] τὸν Κάδμον μουσικὰν[60] ὀρθάν” οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν. ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης[61] ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.