Pular para o conteúdo

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Plutarch · Parte 402-2

ἔνθα χερνίβεσσιν εἰρύεται[142] τὸ[143] Μοισᾶν[144] [402d]
καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.

μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών “ “ἁγνᾶν ἐπίσκοπον,[145] χερνίβων” φησὶ “πολύλιστον ἀραιόν τέ ἐστιν[146] ἀχρυσόπεπλον [147] εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν[148] ὕδωρ λαβόν.” ” οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι.[149] τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ[150] τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι, [402e] “συμφέρετε πτερά,[151] οἰωνοί, κηρόν τε, μέλισσαι” ὅτε τῷ θεῷ[152] ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.”