[30] “ἀλλʼ ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες. ὧν παιδικόν[297] ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος· ὡς[298] γὰρ οἱ παῖδες ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες γεγήθασι καὶ [409d] ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας καὶ τὰς μεταφορὰς[299] τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικόν, ἐπιποθοῦσι κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδʼ αὑτῶν[300] ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν.”