[3] “τίνʼ οὖν αἰτίαν” ἔφη ὁ Διογενιανός; “οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόας[15]γεγονέναι” καὶ ὁ Θέων “ὅταν” ἔφη “τῶν πρώτων καὶ φυσικωτάτων καὶ ἐσομένων καὶ ὄντων, πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, μηδὲν[16] ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδʼ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον· ἢ “ τουτὶ[17] μὲν ᾕδεις[18] πρὶν Θέογνιν γεγονέναι ” κατὰ τὸν κωμικόν, ἣν δʼ ἔχων φύσιν ὁ ἀήρ τε [395e] χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπιθυμεῖς μαθεῖν;ʼ” φήσαντος δὲ τοῦ Διογενιανοῦ, “καὶ γὰρ ἐγώ” εἶπεν “ὦ παῖ· ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, διʼ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλησιν[19] ἰοῦ τοὔλαιον· οὐ γὰρ αὐτόν[20] γε δήπου τῷ χαλκῷ προστρίβεσθαι τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζοντα·” “οὐδαμῶς” εἶπεν ὁ νεανίας,ἄλλοδʼ αὐτῷ μοι δοκεῖ τούτου[21] τὸ αἴτιον ὑπάρχειν· λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς [395f] ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται.ʼ καὶ ὁ Θέων “εὖγʼ” εἶπεν “ὦ παῖ, καὶ καλῶς·[22] σκόπει δʼ εἰ βούλει καὶ τὴν ὑπʼ Ἀριστοτέλους αἰτίαν λεγομένην” “ἀλλὰ βούλομαι” εἶπε. “φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν ἐπιόντα διέχειν ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν πόρων[23] καὶ μανῶν ὄντων·[24] τοῦ δʼ ἐλαίου τῇ πυκνότητι στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπορήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν.”