Pular para o conteúdo

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Plutarch · Parte 23

[23] “τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν [405e] τὰ πλείονα, οἶμαι. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο. δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις ὁ χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς[209] τοῦ φανταστικοῦ δεομένην,[210] ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλʼ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει[211] γιγνομένων, οἴκτου τινος ὑπορρυέντος ἢ χαρᾶς προσπεσούσης, [405f] ὠλίσθανον[212] εἰς “ἐνῳδὸν […] [213] γῆρυν” ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια καὶ τὰ βιβλία γραμμάτων. ὁ δʼ Εὐριπίδης[214] εἰπὼν[215] ὡς “ἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν” ἐνενόησεν,[216] ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν. ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδʼ ᾠδαῖς “ῥίμφα παιδείους”[217] ὡς Πίνδαρος ἔφη “τοξεύει μελιγάρεας ὕμνους;” [406a] ἀλλʼ ἄτοπον· ἔρωτες γὰρ ἔτι[218] πολλοὶ τῶν ἀνθρώπων[219] ἐπιστρέφονται, ψυχαῖς δʼ[220] ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδʼ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις, ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δʼ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν παλαιῶν· ὅτι[221] οὐδʼ ὅσιον[222] εἰπεῖν ἢ καλὸν ὡς ἀνέραστος ἦν ἡ Ἀκαδήμεια[223] καὶ ὁ Σωκράτους καὶ Πλάτωνος; χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δʼ οὐκ ἀπολελοίπασι. τί δʼ ἀπολείπει τοῦ λέγοντος; ἐρωτικὴν μόνην γεγονέναι Σαπφὼ γυναικῶν ὁ[224] μαντικὴν φάσκων μόνην[225] γεγονέναι [406b] Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων ἐθεμίστευσαν; “ὁ μὲν γὰρ οἶνος” ὡς ἔλεγε Χαιρήμων[226] “τοῖς τρόποις κεράννυται τῶν πινόντων” ὁ δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ὁ ἐρωτικός, χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθʼ ὃ πέφυκεν.”