Pular para o conteúdo

Περὶ τῶν ἐκλελοιπότων

Plutarch · Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

[1] [409e] ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, [409f] μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν

οὔτε γὰρ ἦν γαίης;[1] μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης
εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος.