[1.1] Δείναρχος Σωκράτους ἢ Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος [850c] εἰς Ἀθήνας ἔτι νέος, καθʼ ὃν χρόνον Ἀλέξανδρος ἐπῄει τὴν Ἀσίαν, κατοικήσας αὐτόθι ἀκροατὴς μὲν ἐγένετο Θεοφράστου τοῦ διαδεξαμένου τὴν Ἀριστοτέλους διατριβήν, ὡμίλησε δὲ καὶ Δημητρίῳ τῷ Φαληρεῖ· μάλιστα δὲ προσῄει τῷ πολιτεύεσθαι μετὰ τὴν Ἀντιπάτρου τελευτήν, τῶν μὲν ἀνῃρημένων ῥητόρων τῶν δὲ πεφευγότων. φίλος δὲ Κασάνδρῳ γενόμενος, ὡς ἐπὶ πλεῖστον προέκοψε χρήματα τῶν λόγων εἰσπραττόμενος, οὓς τοῖς δεομένοις συνέγραφεν· ἀντετάξατο δὲ πρὸς τοὺς ἐπιφανεστάτους τῶν ῥητόρων, οὐκ εἰς δῆμον παριών· οὐ γὰρ οἷὸς τʼ ἦν· ἀλλὰ τοῖς ἐναντιουμένοις λόγους συγγράφων· καὶ ἐπεὶ Ἅρπαλος διέδρα, πλείους λόγους [850d] συνέγραψε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι, καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε. χρόνῳ δʼ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπʼ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα. διατρίψας δʼ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη, καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι. καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ [850e] αὐτοῦ καὶ τὸ χρυσίον ἀπολέσας, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενής, οὐ βουλομένου τοῦ Προξένου ἀναζητεῖν, λαγχάνει αὐτῷ δίκην καὶ τότε πρῶτον εἶπεν ἐν δικαστηρίῳ. σῴζεται δʼ αὐτοῦ καὶ ὁ λόγος. φέρονται δʼ αὐτοῦ καὶ λόγοι γνήσιοι ἑξήκοντα τέσσαρες· τούτων ἔνιοι παραλαμβάνονται ὡς Ἀριστογείτονος. ζηλωτὴς δʼ ἐγένετο Ὑπερείδου ἢ ὥς τινες διὰ τὸ παθητικὸν Δημοσθένους καὶ τὸ σφοδρόν· τῶν σχημάτων δʼ αὐτοῦ μιμητὴς ὑπάρχει.
[11.11]
[1.1] [850f] Δημοχάρης Λάχητος Λευκονοεὺς αἰτεῖ Δημοσθένει τῷ Δημοσθένους Παιανιεῖ δωρεὰν εἰκόνα χαλκῆν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ καὶ προεδρίαν αὐτῷ καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ εὐεργέτῃ καὶ συμβούλῳ γεγονότι πολλῶν καὶ καλῶν τῷ δήμῳ τῷ Ἀθηναίων καὶ τήν τε οὐσίαν εἰς τὸ κοινὸν καθεικότι τὴν ἑαυτοῦ καὶ ἐπιδόντι τάλαντα ὀκτὼ καὶ τριήρη, ὅτε ὁ δῆμος ἠλευθέρωσεν Εὔβοιαν καὶ ἑτέραν, ὅτε εἰς Ἑλλήσποντον Κηφισόδωρος ἐξέπλευσε· [851a] καὶ ἑτέραν, ὅτε Χάρης καὶ Φωκίων στρατηγοὶ ἐξεπέμφθησαν εἰς Βυζάντιον ὑπὸ· τοῦ δήμου· καὶ λυτρωσαμένῳ πολλοὺς τῶν ἁλόντων ἐν Πύδνῃ καὶ Μεθώνῃ καὶ Ὀλύνθῳ ὑπὸ Φιλίππου· καὶ χορηγίαν ἀνδράσιν ἐπιδόντι, ὅτε ἐκλιπόντων τῶν Πανδιονιδῶν τοῦ χορηγεῖν ἐπέδωκε καὶ καθώπλισε τοὺς πολίτας τῶν ἐλλειπόντων καὶ εἰς τὴν τειχοποιίαν ἀνάλωσε χειροτονηθεὶς ὑπὸ τοῦ δήμου, ἐπιδόντος αὐτοῦ τρία τάλαντα καὶ ἃς ἐπέδωκε δύο τάφρους περὶ τὸν Πειραιᾶ ταφρεύσας· καὶ μετὰ τὴν ἐν Χαιρωνείᾳ [851b] μάχην ἐπέδωκε τάλαντον, καὶ εἰς τὴν σιτωνίαν ἐπέδωκεν ἐν τῇ σιτοδείᾳ τάλαντον· καὶ ὅτι εἰς,· συμμαχίαν τῷ δήμῳ προσηγάγετο πείσας καὶ εὐεργέτης γενόμενος καὶ σύμβουλος, διʼ ὧν ἔπεισε Θηβαίους Εὐβοεῖς Κορινθίους Μεγαρεῖς Ἀχαιοὺς Λοκροὺς Βυζαντίους Μεσσηνίους, καὶ δυνάμεις ἃς συνεστήσατο τῷ δήμῳ καὶ τοῖς συμμάχοις, πεζοὺς μὲν μυρίους ἱππέας δὲ χιλίους, καὶ σύνταξιν χρημάτων ἣν ἔπεισε πρεσβεύσας διδόναι τοὺς μὲν συμμάχους εἰς τὸν πόλεμον πλείω πεντακοσίων ταλάντων καὶ ὡς ἐκώλυσε Πελοποννησίους ἐπὶ Θήβας Ἀλεξάνδρῳ βοηθῆσαι, χρήματα δοὺς καὶ αὐτὸς [851c] πρεσβεύσας· καὶ ἄλλων πολλῶν καὶ καλῶν τῷ δήμῳ συμβούλῳ γεγονότι καὶ πεπολιτευμένῳ τῶν καθʼ ἑαυτὸν πρὸς ἐλευθερίαν καὶ δημοκρατίαν ἄριστα φυγόντι δὲ διʼ ὀλιγαρχίαν, καταλυθέντος τοῦ δήμου, καὶ τελευτήσαντος αὐτοῦ ἐν Καλαυρίᾳ διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, πεμφθέντων στρατιωτῶν ἐπʼ αὐτὸν ὑπὸ Ἀντιπάτρου, διαμείναντι ἐν τῇ πρὸς τὸ πλῆθος εὐνοίᾳ καὶ οἰκειότητι, καὶ οὔτε ὑποχειρίῳ γενομένῳ τοῖς ἐχθροῖς οὔτε τι ἀνάξιον ἐν τῷ κινδύνῳ πράξαντι τοῦ δήμου.
[12.12]