Pular para o conteúdo

Τῶν ἑπτὰ σοφῶν συμπόσιον

Plutarch · Parte 164

Χερσίας δʼ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος [164d] ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως.” ὑπολαβὼν δʼ ὁ Σόλων “οὐκοῦν” ἔφη “καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ[142]

νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.

σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον.”

τοῦτʼ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία.