, [160b] ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν· πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα παραγενομένην. ἀλλʼ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι [160c] φοροῦντας εἰς τὴν σάρκα τὴν ἄτρυτον ἐκ γῆς ἅμα καὶ θαλάττης τοσαῦτα, τί πράξομεν ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις στέργοντες βίον. ὥσπερ οὖν οἱ δουλεύσαντες, ὅταν ἐλευθερωθῶσιν, ἃ πάλαι τοῖς δεσπόταις ἔπραττον ὑπηρετοῦντες, ταῦτα πράττουσιν αὑτοῖς καὶ διʼ αὑτούς, οὕτως ἡ ψυχὴ νῦν μὲν τρέφει τὸ σῶμα πολλοῖς πόνοις καὶ ἀσχολίαις, εἰ δʼ ἀπαλλαγείη τῆς λατρείας, αὑτὴν δήπουθεν ἐλευθέραν γενομένην θρέψει καὶ βιώσεται, εἰς αὑτὴν ὁρῶσα καὶ τὴν ἀλήθειαν, οὐδενὸς περισπῶντος οὐδʼ ἀπάγοντος.” ἑ τὰ μὲν οὖν ῥηθέντα περὶ τροφῆς, ὦ Νίκαρχε, ταῦτʼ ἦν.