Pular para o conteúdo

Τῶν ἑπτὰ σοφῶν συμπόσιον

Plutarch · Parte 154

καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν” “τί δὲ ταῦθʼ” ὁ Κλεόδωρος εἶπε “διαφέρει [154b] τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον” ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος· ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς “οὐ γελοιότερον οὖν” εἶπε “τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν

ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα;

[154c] τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν;” “ἀλλʼ οὐδὲ μαθεῖν δέομαι” ἔφη ὁ Κλεόδωρος. “καὶ μὴν οὐδείς” ἔφη “σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας.” ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε.