[13] ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ προσαγορεύσας τὸν Αἴσωπον “σὺ δʼ οὐκ ἄν” ἔφη “διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας;” Καὶ ὁ [155f] Αἴσωπος “ἀλλʼ οὐ δεῖ[62] τοῦτʼ” ἔφη “τὸ ποτήριον δημοτικὸν εἶναι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ.” Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν
ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας