[47] ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι “βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· [1056a] πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως ἐπεὶ καὶ τῆς ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.” ταῦτʼ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίγνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς ῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται [1056b] διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν οὐδὲ φρονοῦσιν οὐδʼ ὑπολαμβάνουσι βεβαίως οὐδʼ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλʼ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα “τῷ ἔχεθʼ, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ” ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην