Pular para o conteúdo

Περὶ Στωικῶν ἐνιγμάτων

Plutarch · Parte 15

[15] ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης [1040b] εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν “οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν” οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις

ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ,
Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·