Περὶ Στωικῶν ἐνιγμάτων
[1] [1033a] πρῶτον ἀξιῶ τὴν τῶν δογμάτων ὁμολογίαν [1033b] ἐν τοῖς βίοις θεωρεῖσθαι· δεῖ γὰρ οὐχ οὕτω τὸν ῥήτορα κατʼ Αἰσχίνην ταὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι. ὁ γὰρ λόγος τοῦ φιλοσόφου νόμος αὐθαίρετος καὶ ἴδιός ἐστιν, εἴ γε δὴ μὴ παιδιὰν καὶ εὑρησιλογίαν ἕνεκα δόξης ἀλλʼ ἔργον ἄξιον σπουδῆς τῆς μεγίστης, ὥσπερ ἔστιν, ἡγοῦνται φιλοσοφίαν.