Pular para o conteúdo

Ὅτι οὐδ' ἡδέως ζῆν ἔστι κατ' Ἐπίκουρον

Plutarch · Parte 24

[24] “ἀλλὰ γάρ” ἔφη πρὸς ἐμὲ βλέψας “εὔηθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας [1103f] τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον.” ὑπολαβὼν οὖν ὁ Ζεύξιππος “εἶθʼ οὗτος” ἔφη “διʼ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα πρὸς Ἐπίκουρον τὸ λοιπὸν λέγοντες;” “ἥκιστα” ἔφην ἐγὼ “καὶ “ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι” [1104a] κατʼ Ἐμπεδοκλέα. πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ γὰρ αὐτὸν οἶμαι μὴ παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.”