[21] δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτʼ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δʼ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. ἀλλʼ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι [1101d] δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, διʼ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν καὶ παρʼ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτʼ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων. ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ; μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται· τούτου δὲ μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ [1101e] θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις οὔτʼ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες ἢ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν· ἀλλʼ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ [1101f] ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκε
καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ·