Pular para o conteúdo

Ὅτι οὐδ' ἡδέως ζῆν ἔστι κατ' Ἐπίκουρον

Plutarch · Parte 1098

ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος; οὐδὲν δεῖ σῴζειν τοὺς; Ἕλληνας οὐδʼ ἐπὶ σοφίᾳ στεφάνων παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, ἀβλαβῶς [1098d] τῇ γαστρὶ καὶ κεχαρισμένως.” καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς “καὶ ἐχάρην καὶ ἐθρασυνάμην, ὅτι ἔμαθον παρʼ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι.” καὶ “περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τἀγαθόν.” ”