4. Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες· ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν
[723a]
[8.4.1] Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, πάντας δὲ πολλάκις τοὺς πολίτας· ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, [723b] καὶ αὐτοὶ παρῆμεν[2264]. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δʼ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. “οὐ γὰρ ἐμὲ γοῦν” ἔφη[2265]“πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν “νίκην” παρὰ τὸ “μὴ εἶκον” ὠνομάσθαι· καὶ γὰρ ἄλλα [723c] πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς[2266] ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δʼ ἀπιθανώτεροι[2267] τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον[2268]“ἔρνεϊ φοίνικος” ἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν[2269], ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς[2270] ἔβαλλον ὡς καλοῖς· γεραίροντες ἀεὶ[2271] τοὺς νικηφόρους. ἀλλʼ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων [723d] ἐδώδιμον ἀλλʼ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι[2272] τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν[2273]. ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται.”
[8.4.2] ταῦτʼ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ[2274] περὶ τοῦ Νικολάου. [723e] “διὸ καὶ μᾶλλον” ἔφη ὁ Σῶσπις[2275]“προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν[2276] εἰς τὸ ζητούμενον. ἐγὼ δʼ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων[2277] διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ[2278] ταῦτα μεμαρτύρηκε
ζῶον δʼ ἴσον ἀκροκόμοισιν
φοινίκων ἔρνεσσιν,
[2279] μόνῳ δʼ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς[2280] λεγόμενον· τί δὲ τοῦτʼ ἔστι; τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτʼ [723f] ἐλαίαν οὔτε μυρσίνην οὔτʼ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις[2281], ἕκαστον ἀείζωον[2282] διαμένει καὶ ἀμείλικτον[2283] ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφʼ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι.”
[8.4.3] παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν [724a] περιηγητὴν “οὕτω δὴ τούτους” ἔφη “τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.”
[8.4.4] καὶ ὁ Πραξιτέλης “ταῦτʼ” εἶπεν “ἄδηλα[2284], καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι[2285] φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδʼ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι [724b] τὸ νικητήριον, ὡς· Ἀμφικτύονος[2286]· κἀκεῖ πρῶτον[2287] ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ[2288] φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδʼ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες[2289], ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ[2290] φιλόνικος[2291] ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δʼ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος[2292]· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω[2293],
πὺξ μάλʼ ἀνασχομένω[2294] πεπληγέμεν ᾧ δέ κ̓ Ἀπόλλων
δώῃ καμμονίην […] [2295]
[724c] τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδʼ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρʼ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι [724d] θύειν καὶ Λακεδαιμονίους. σκύλων[2296] δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων[2297] ἀναθέσεις ἆρʼ[2298], οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;”
[8.4.5] ἔτι δʼ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος ὁ Θέωνος υἱός “ἀλλὰ ταῦτὰ γʼ” εἶπεν “οὐχ·χ ἱστορίας οὐδὲ[2299] περιηγητικῶν ὄδωδε[2300] βιβλίων, ἀλλʼ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι[2301], δεδίττεσθε[2302] τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετʼ εὐμενείας· ἡμεῖς δʼ ἑπόμενοι Σώσπιδι [724e] καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἣκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας[2303] καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπʼ εὐταξίας οὐ γόνιμός ἐστι παρʼ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας[2304] ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον [724f] ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπʼ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δʼ ἐρρωμένως ὑπομένοντες[2305] τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.”