9. ὅτι βουλεύεσθαι παρὰ πότον οὐχ ἧττον ἦν Ἑλληνικὸν ἢ Περσικόν
[7.9.1] περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡς[2086]“Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·”“τί μᾶλλον” ἔφη ὁ Γλαυκίας ὑπολαβών “ἢ[2087] Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών “γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων·”[2088] Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν [714b] “ὁ γέρων πάμπρωτον[2089] ὑφαίνειν ἤρχετο μῆτιν;”[2090] ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ[2091] τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος, “ δαίνυ δαῖτα γέρουσι,”[2092]“πολλῶν” γάρ τοι φησίν “ ἀγρομένων τῷ πείσεαι, “ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ.”[2093]” διὸ καὶ τὰ πλείστῃ[2094] χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια[2095], βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι [714c] καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον[2096] οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι[2097] τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ “ πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου,”[2098] ἆρʼ οὐκ εἰς ταὐτὸ[2099] συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον “εὐφρόνην” προσεῖπον[2100].”