Pular para o conteúdo

Συμποσιακῶν προβλημάτων βιβλία

Plutarch · 10. Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες

10. Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες

[2.10.1] ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δʼ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ρο ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι [643a] τὰς τραπέζας;. “οὐ γὰρ τοῦ φαγεῖν” ὁ Ἁγίας ἔφη “χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δʼ εἰς μερίδας αὕτη κρεωδαισία[580] τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς[581]; τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίνʼ ἔχει διαφορὰν ἢ[582] κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν[583], ἐμπλησάμενον[584] οἴνου, καὶ τράπεζαν ἰδίαν[585] ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθʼ ὅπερ [643b] νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς[586] ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; ἀλλὰ καὶ τοῦτʼ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης; καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος[587] ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη [643c] μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρʼ, ὁ[588] κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον[589]. εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον[590] δʼ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ [643d] τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δʼ Ὁμηρικὰς[591] ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδʼ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν [643e] δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρʼ αὐτοῖς πέπωκε[592]. τὰ δὲ Πινδαρικὰ[593] βελτίω δήπουθεν, ἐν οἷς “ ἥρωες αἰδοίαν ἐμίγνυντʼ ἀμφὶ τράπεζαν θαμά[594]” τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδʼ ὄψου κοινωνεῖν δυναμένων.”

[2.10.2] ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μʼ[595] ἐπιθέσθαι. ἔλεγον[596] οὖν οὐ[597] ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων [643f] δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην καὶ γὰρ[598] αὐτὸς εἶναι[599] τῶν ἀδδηφαγίᾳ χαιρόντων “ἐν” γάρ “ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν” ὥς φησιν ὁ Δημόκριτος[600]. “ἀλλὰ τοῦτʼ αὐτό” ἔφην[601]“καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην[602] ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν[603]“ πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους[604]”[605] ἡ Εὐριπίδειος γραῦς φησι “συνδεῖν,” οὐδὲν[606] οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ[607] νόμῳ καὶ ἀναγκαίαν[608] οὐ καινὴν οὐδʼ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα[609] δʼ ἐκ τῶν κοινῶν ἐσθίοντι “πολέμιον καθίσταται”[610] τὸ καθυστεροῦν [644a] καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλʼ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατʼ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδʼ ἀνελεύθερον [644b] ἀλλὰ καὶ τὰ δεῖπνα “δαῖτας” ἐκάλουν καὶ τοὺς ἑστιωμένους “δαιτυμόνας”“δαιτροὺς” δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. Λακεδαιμόνιοι δὲ κρεοδαίτας[611] εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπʼ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην[612] ἀποδειχθῆναι. τότʼ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτʼ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλʼ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ [644c] τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθʼ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλʼ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν[613]· οὐ γὰρ οἰκείου κτῆσις ἀλλʼ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας; ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς; τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας· ἀλλὰ κἂν[614] ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ[615] κομίζων, “κοινὰ τὰ φίλων[616],” ἵνα “τό ὁμοῦ πάντα[617] χρήματα” γίγνηται κατὰ τὸν Ἀναξαγόραν[618]. εἰ δʼ οὐδὲν [644d] ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες; καὶ “τὸν τῆς τύχης παῖδα κλῆρονʼ”[619] ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλʼ ὅπως ἔτυχεν ἄλλως[620] ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν[621] τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει.”