9. Διὰ τί τῷ ποτίμῳ μᾶλλον ὕδατι ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια
[1.9.1] Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ[265] Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν [626f] διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ “τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι” καὶ τὸ “τῶν ἐρίων τοὺς πόκους[266] ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι” καὶ τὸ “νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας·” οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων [627a] τῷ[267] παρὰ τὸ εἰκός, ἐπιστρέφων “σοὶ δʼ” ἔφη “βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου[268] τῶν ἰδίων, ἀλλʼ εἰπὲ διʼ ἣν αἰτίαν Ὅμηρος[269] ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.”
[1.9.2] καὶ[270] ὁ Θέων “ἀλλὰ τοῦτὸ γʼ” εἶπε “τῶν γεωδῶν[271] Ἀριστοτέλης[272] πάλαι διαλέλυκεν, ὃ προβέβληκας[273] ἡμῖν. καὶ γὰρ[274] τῇ θαλάττῃ τὸ ραχὺ[275] καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους [627b] ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν ἔστι[276] γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης;”
[1.9.3] “πιθανῶς” ἔφην ἐγὼ “οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ[277] καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι[278] καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ [627c] μὲν οὖν παχυμερὲς τῆς […] [279] θαλάττης οὐ πετουτόποτε […] [280] πρὸς τήν κα […] [281] δὲ τὴν δριμύτητα· καὶ γὰρ αὕτη τοὺς πόρους[282] ἀναστομοῦσα καὶ ἀνοίγουσα[283] κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτὸν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δʼ ἡ θάλασσα, τοῦτʼ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δʼ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης[284]· οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους· αὐτή[285] θʼ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δʼ ἐγᾦμαι, διὰ τοῦτο [627d] καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατʼ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστι καὶ μάλιστα[286] φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον· δεῖ δὴ[287] τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως[288] συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δʼ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι.”
[1.9.4] καὶ ὁ Θέων ὑπολαβών “οὐδέν” ἔφη “λέγεις· Ἀριστοτέλης[289] γὰρ ἐν ταὐτῷ[290] βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι[291] χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.”“λέγει γάρ” [627e] εἶπον· “ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ “σμερδαλέος”[292] ὀφθῆναι[293], “κεκακωμένος ἅλμῃ,” καὶ πρὸς τὰς θεραπαινίδας φησὶν
ἀμφίπολοι, στῆθʼ οὕτω[294] ἀπόπροθεν, ὄφρʼ ἂν[295] ἐγὼ αὐτὸς
ἅλμην ὤμοιιν ἀπολούσομαι.
καταβὰς δʼ εἰς τὸν ποταμὸν “ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον,”[296] ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας [627f] ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ[297] ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.”