Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 7. Ἄγιδος τοῦ Τελευταίου

7. Ἄγιδος τοῦ Τελευταίου

[7.1] [216d] Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, “παῦσαι” εἶπεν “ὦ ἄνθρωπε ἐπʼ ἐμοὶ κλαίειν· [51] καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείσσων εἰμὶ τῶν ἀναιρούντων.” καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως