Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 67. Τηλέκλου

67. Τηλέκλου

[67.1] [232b] Τήλεκλος [133] πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, “εἰ μὴ αὐτῷ” ἔφη “λεκτέον [134] ἦν, οὐκ ἂν ἔλεγεν.”

[67.2] εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε “σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ. ”

[67.3] ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, “ὅπως” ἔφη “περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.”

[67.4] πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη “οὐ πλείω τῆς ἱκανῆς.”