Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 61. Πλειστάρχου

61. Πλειστάρχου

[61.1] Πλείσταρχος ὁ Λεωνίδου [123] πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, “ὅτι” ἔφη “ἐκεῖνοι μὲν [124] ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.”

[61.2] συνηγόρου δέ τινος γελοῖα λέγοντος, “οὐ φυλάξῃ ὦ ξένε” ἔφη “συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;”

[61.3] πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον “ἥδιον” ἔφη “ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος. ”

[61.4] [231d] λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει “θαυμάζω” ἔφη “εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.”