Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 59. Παυσανίου τοῦ Πλειστώνακτος

59. Παυσανίου τοῦ Πλειστώνακτος

[59.1] Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, “ὅτι τοὺς νόμους” ἔφη “τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ. ”

[59.2] ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις “διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες;” “ὅτι οὐδʼ οἱ ἰατροί” ἔφη “παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.”

[59.3] πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, “εἰ τὸν ἄριστον” εἶπε “στρατηγὸν καταστήσαιμεν.” [231a]

[59.4] ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος “οὐδὲν κακὸν ἔχεις”, “οὐ γάρ σοὶ” ἔφη “ἰατρῷ χρῶμαι.”

[59.5] μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, “ὅτι” εἶπεν “εἰ ἔλαβον αὐτοῦ πεῖραν οὐκ ἂν ἔζων.”

[59.6] τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ “γέρων γέγονας”, “διότι” εἶπεν “οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.”

[59.7] “κράτιστον δέ”, ἔλεγε, “τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.”