Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 48. Λεωτυχίδου

48. Λεωτυχίδου

[48.1] Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς [224d] ἔστιν εὐμετάβολος, “διὰ τοὺς καιρούς” ἔφη “οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.”

[48.2] πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν “εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι ”

[48.3] ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, “ταῦτʼ” ἔφη “ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειαν ἄνδρας γενομένους.”

[48.4] πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη “ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλʼ ἡμεῖς ὑπὲρ ἄλλων.”