Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 42. Ἱπποκρατίδου

42. Ἱπποκρατίδου

[42.1] Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων [222b] τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος [80] πῶς χρήσηται [81] αὐτῷ, ἀντέγραψεν “εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.”

[42.2] ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, “μετὰ τοιούτων” ἔφη “βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις. ”