Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 38. Θεοπόμπου

38. Θεοπόμπου

[38.1] Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, “εἰ τοῖς μὲν φίλοις” ἔφη “μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.”

[38.2] πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς [221e] αὑτοῦ πολίταις καλεῖται φιλολάκων, “κρεῖσσον” ἔφη “ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.”

[38.3] τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, “καὶ πότερον” ἔφη “ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί;” τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, “πῶς οὖν ἂν” ἔφη “αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;”

[38.4] λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, “οὔκ” ἔφη “ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.” [221f]

[38.5] Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν [73] ὅτι “τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.”

[38.6] ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, “οὐδʼ εἰ γυναικῶν” εἶπεν “ἦν.”