34. Ζευξιδάμου
[34.1] Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, “ὅτι” ἔφη “συνεθίζεσθαι δεῖ [71] ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν. ”
[34.2] [221c] Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, “οὐ μὰ τοὺς θεούς” ἔφη “ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.”