32. Εὐδαμίδου τοῦ Ἀρχιδάμου
[32.1] Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ [65] πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, “καὶ πότε” ἔφη “χρήσεται αὐτῇ, ἐὰν ἄρτι [66] ζητῇ; ”
[32.2] [220e] ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, “ὁ μὲν λόγος” ἔφη “θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπιγκται.” [67]
[32.3] τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ “ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται·” “καλῶς γε” [68] ἔφη “εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε·” τοῦ δʼ εἰπόντος “καλὸν ἦν ἀκοῦσαι·” “ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες” εἶπεν “ἠξιοῦμεν πάλιν αὐτὸν δειπνεῖν; ”
[32.4] πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν [220f] αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, “ὅτι” ἔφη “οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι. ”
[32.5] ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, “ἀγνοεῖν” ἔφη “μοι δοκεῖς γε, ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι. ”
[32.6] ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, “μέγας” ἔφη “κηληκτὰς ἐν μικρῷ πράγματι.”
[32.7] ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη “καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;”
[32.8] Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι [221a] τῶν πατρίων νόμων, “ἀλλʼ οὐχ ὑμεῖς γε” ἔφη “εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.”
[32.9] Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, “ἀτυχὲς μέν” ἔφη “ὦ Θηβαῖοι τὸ κήρυγμα ἀλλʼ ἔνδοξον μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος.”
[32.10] ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, “ὅπως” ἔφη “αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.”