20. Ἀρχιδάμου τοῦ Ἀγησιλάου
[20.1] Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν [218f] γράψαντος, ἀντέγραψεν “εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.”
[20.2] ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται “ὅσης ἄν” ἔφη “τῷ δόρατι ἐφίκωνται.”
[20.3] Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, “τί δήποτε, ὦ Περίανδρε” εἶπεν “ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;”
[20.4] ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, “ἀλλʼ οὐ τοῦτο” ἔφη “ὁρᾶν δεῖ, ἀλλʼ οἷ μαχούμενοι κρείσσονες τῶν πολεμίων ἐσόμεθα.”
[20.5] πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, “βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει” ἔφη “αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.” [219a]
[20.6] ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς “Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία.” [59]
[20.7] τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων, πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, “ὁ πόλεμος” ἔφη “οὐ τεταγμένα σιτεῖται.”
[20.8] καταπελτικὸν δὲ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν “Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά.”
[20.9] ἐπεὶ δὲ οὐκ ἐβούλοντο Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίγονον [60] καὶ Κρατερὸν [219b] τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε “πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ. ”