Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 18. Ἀρχιδαμίδου

18. Ἀρχιδαμίδου

[18.1] Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, “καὶ πῶς τις” ἔφη “δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;”

[18.2] μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, “ἀγνοεῖν μοι δοκεῖς” εἶπεν “ὅτι ὁ εἰδὼς λόγον [57] καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.” [218c]