Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 14. Ἀνταλκίδου

14. Ἀνταλκίδου

[14.1] Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς [217d] ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, “εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται” εἶπεν “αὐτοὶ οἱ θεοί.”

[14.2] πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον “μόνοι γοῦν” εἶπεν “ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν. ”

[14.3] ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος “ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν”, “ἡμεῖς δέ” ἔφη “οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.”

[14.4] ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, “εἰ ἥδιστα μέν” ἔφη “αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.”

[14.5] σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον [217e] Ἡρακλέους, “τίς γὰρ αὐτόν” ἔφη “ψέγει;”

[14.6] πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων “ἀπέχεις” εἶπε “τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας.” ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.

[14.7] τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.

[14.8] πρὸς δὲ τὸν ἐπιζητοῦντα ὅ τι [55] ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, “διότι” εἶπε “πλησίον τοῖς πολεμίοις μαχόμεθα.”