Ἀποφθέγματα Λακωνικά
1. Ἀγασικλέους
[1.1] [208b] Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη “τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἰμι καὶ υἱός.”
[1.2] πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, “ἐὰν οὕτως” ἔφη “αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.”