Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 67. Τήλεκλος

67. Τήλεκλος

[67.1] [232b] Τήλεκλος[175] πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, “εἰ μὴ αὐτῷ,” ἔφη, “λεκτὸν[176] ἦν, οὐκ ἂν ἔλεγεν.”

[67.2] εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε, “σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.”

[67.3] ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, “ὅπως,” ἔφη, “περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.”

[67.4] πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη, “οὐ πλείω τῆς ἱκανῆς.”