61. Πλειστάρχου
[61.1] Πλείσταρχος ὁ[166] Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, “ὅτι,” ἔφη, “ἐκεῖνοι μὲν ἄγαν[167] βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.”
[61.2] Συνηγόρου δέ τινος γελοῖα λέγοντος, “οὐ φυλάξῃ, ὦ ξένε,” ἔφη, “συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;”
[168]
[61.3] Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον, “ἥδιον,” ἔφη, “ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος. ”
[61.4] [231d] λέγοντος δέ τινος ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει, “θαυμάζω,” ἔφη, “εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.”