59. Παυσανίου τοῦ Πλειστωνάκτος
[59.1] Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, “ὅτι τοὺς νόμους,” ἔφη, “τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.”
[59.2] ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, “διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες;” “ὅτι οὐδʼ οἱ ἰατροί,” ἔφη, “παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.”
[59.3] πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, “εἰ τὸν ἄριστον,” εἶπε, “στρατηγὸν καταστήσαιμεν.”
[59.4] [231a] ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος, “οὐδὲν κακὸν ἔχεις,” “οὐ γὰρ σοὶ,” ἔφη, “ἰατρῷ χρῶμαι.”
[59.5] μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, “ὅτι,” εἶπεν, “εἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων.”
[59.6] τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ, “γέρων γέγονας,” “διότι,” εἶπεν, “οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.”
[59.7] κράτιστον δὲ ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.