56. Νικάνδρου
[56.1] Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, “οὐκοῦν,” ἔφη, “δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.”
[56.2] πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, “ὅτι,” ἔφη, “πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.”
[56.3] τῶν Ἀθηναίων δὲ εἰπόντος τινός, “λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν,” “ἀληθίζῃ,” ἔφη,. “ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι σπουδάζομεν.”