48. Λεωτυχίδου
[48.1] Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς [224d] ἔστιν ἐν εὐμετάβολος, “διὰ τοὺς καιρούς,” ἔφη, “οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.”
[48.2] πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάττοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν, “εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι.”
[48.3] ἐρωτηθεὶς δὲ τ ι δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, “ταῦτʼ,” ἔφη, “ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειεν[123] ἄνδρας γενομένους.”
[48.4] πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη, “ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλʼ ἡμεῖς ὑπὲρ ἄλλων.”