38. Θεόπομπος
[38.1] Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, “εἰ τοῖς μὲν φίλοις,” ἔφη, “μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.”
[38.2] πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς [221e] αὑτοῦ πολίταις καλεῖται φιλολάκων, “κρεῖττον,” ἔφη, “ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.”
[38.3] τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, “καὶ πότερον,” ἔφη, “ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί;” τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, “πῶς οὖν ἄν,” ἔφη, “αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;”
[38.4] λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, “οὔκ,” ἔφη, “ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.”
[38.5] [221f] Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν[102] ὅτι “τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.”
[38.6] ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, “οὐ δὴ γυναικῶν[103];” εἶπεν.