Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 34. Ζευξιδάμου

34. Ζευξιδάμου

[34.1] Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τ ι τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, [221c] “ὅτι,” ἔφη, “συνεθίζεσθαι δεῖ[99] ταῖς ἀνδραγαθίαις κρεῖττον ὂν[100] ἢ ταῖς γραφαῖς προσέχειν.”

[34.2] Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείττων τῆς εἰρήνης ὁ πόλεμος, “οὐ μὰ τοὺς θεούς,” ἔφη, “ἀλλὰ τούτοις κρείττων ὁ θάνατος τῆς ζωῆς.”