Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 32. Ἐυδαμίδου τοῦ Ἀρχιδάμου

32. Ἐυδαμίδου τοῦ Ἀρχιδάμου

[32.1] Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ[93] πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, “καὶ πότε,” ἔφη, “χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;”

[32.2] [220e] ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, “ὁ μὲν λόγος,” ἔφη, “θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπισται.[94] ”

[32.3] τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ “ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται·” “καλῶς γε,[95] ” ἔφη, “εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε·” τοῦ δʼ εἰπόντος “καλὸν ἦν ἀκοῦσαι ἦ” “καὶ πρὸς δεδειπνηκότα μολόντες,” εἶπεν, “ἠξιοῦμεν ἂν[96] πάλιν αὐτὸν δειπνεῖν;”

[32.4] πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν [220f] αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, “ὅτι,” ἔφη, “οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.”

[32.5] ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, “ἀγνοεῖν,” ἔφη, “μοι δοκεῖς γε ὅτι ταὐτόν ἐστι[97] χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.”

[32.6] Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, “μέγας,” ἔφη, “κηληκτὰς ἐν μικρῷ πράγματι.”

[32.7] ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη, “καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;”ν

[32.8] Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίγνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξ [221a] ιστάμενοι τῶν πατρίων νόμων, “ἀλλʼ οὐχ ὑμεῖς γε,” ἔφη, “εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.”

[32.9] Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, “ἀτυχὲς μέν,” ἔφη, “ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλʼ ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξα” νδρος.

[32.10] ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, “ὅπως,” ἔφη, “αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.”