3. Ἁγησιπολίδος τοῦ Κλεομβποτου
[3.1] [215b] Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, “μὰ τοὺς θεούς,” εἶπεν, “ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει.”
[3.2] ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδʼ αἱ γυναῖκες αὐτῶν, “δικαίως,” εἶπεν, “αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.”
[3.3] βουλομένου δʼ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν, “οὐκ ἔστιν ἐξαγωγὴ παρʼ αὐτῶν,” [215c] “οὐδὲ γὰρ ἀνδρῶν,” ἔφη, “πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.”