Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 23. Βρασίδου

23. Βρασίδου

[23.1] Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, “οὐδὲν οὕτως,” ἔφη, “μικρόν ἐστιν, ὃ οὐ[86] σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.”

[23.2] ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ [219d] τὸν πολέμιον ἀπέκτεινε· καὶ πῶς ἐτρώθη ἐρωτηθείς, “προδούσης με,” ἔφη, “τῆς ἀσπίδος.”

[23.3] ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις, “ἅσσα δήλωμαι[87] πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.”

[23.4] ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον· πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, “ἀγνοεῖτε,” εἶπεν, “ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν [219e] ἀνὴρ ἀγαθός, πολλοὺς δʼ ἐκείνου κρείττονας ἔχει ἡ Σπάρτη.”